ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:34-23:12
SBL Greek New Testament (SBLGNT)
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων [a]αὐτόν· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ [b]δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ [c]τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ [d]τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν [e]ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39 Δευτέρα [f]δὲ ὁμοία [g]αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος [h]κρέμαται καὶ οἱ προφῆται.
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι [i]καλεῖ αὐτὸν κύριον λέγων· 44 [j]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [k]ὑποκάτω τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο [l]ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

23 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3 πάντα οὖν ὅσα [m]ἐὰν εἴπωσιν ὑμῖν[n]ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.4 δεσμεύουσιν [o]δὲ φορτία [p]βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, [q]αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι [r]γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ[s]κράσπεδα, 6 φιλοῦσι [t]δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων·[u]Ῥαββί. 8 ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ [v]διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· 9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν [w]ὑμῶν ὁ πατὴρ ὁ[x]οὐράνιος· 10 μηδὲ κληθῆτε καθηγηταί, [y]ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός· 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν [z]ὑψωθήσεται.
No comments:
Post a Comment
Comments are welcome, but are moderated.